Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἐπιλαθόμενος ἧς ἔχειν ἠρνοῦ πονηρίας καὶ γενόμενος ἄλλος τις πρὸς ἡμᾶς ἢ οἷος εἶ, χαλεπὸν ὑπόλαβε μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ καθ’ ἑκάστην γε κατηγορίαν εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω χρηστότητα τὴν δοκοῦσαν εἶναί τισι τῆς κατ’ ἐμαυτοῦ πονηρίας ἐνέγκασθαι δευτέραν αἰτίαν), ἀλλ’ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον φείδῃ. ἡμῶν γοῦν οὕτως ἐχόντων ἐπὶ τὸ πλεῖστον τάχ’ ἂν ἐπιεικέστερος ὀφθείης.
Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δ’ οὐ δυσνοοῦντες, ἀλλ’ ἀγνοοῦντες δι’ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δ’ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλ’ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.
Τῶν στρατιωτῶν οἱ μὲν ἡμίσεις τὸ φρούριον ἐπιμείναντες ἐκκοψάτωσαν, οἱ δ’ ἄλλοι τὰς ἐπιδρομὰς τῆς θαλάσσης διαχωσάτωσαν, ἵνα τῆς πλημμυρίδος διαψυγείσης ἐνεργὸν ἀντὶ ἀργοῦ γένηται τὸ πεδίον. ἀνακείσθω δ’ ἡ περὶ ἑκατέρων αὐτῶν χάρις τοῖς πρώτοις τὸ καθ’ ἑαυτοὺς ἔργον ἀποτελέσασιν.