Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(4) καὶ μὴν καὶ τὸ πικροτέρους ἐᾶν πολλοὺς ὑπάρχειν ᾔδειν ἐμοὶ συναγορεῦσον, καὶ τὸ ἡμερώτερος φανεὶς τῆς δόξης μᾶλλον ἐπιβουλευθήσεσθαι, καὶ ὅτι παύσω πάντα τινὰ προθυμούμενον εἰς ἐμὲ διὰ τῆς τούτου κολάσεως, καὶ ὡς βέλτιον ἴσως τῇ βίᾳ χρῆσθαι διὰ τὴν ἀνάγκην τῶν ἐπιχειρούντων. ἀλλ’ ὅμως ταῦτα εἰδὼς ἅπαντα καὶ τῆς ὕστερον εὐφημίας οὐδὲν δεόμενος δεινὸν ἡγησάμην ἄνθρωπον ἀνθρώποις τοιούτου μόρου ἄρξαντα εἶναι ἀτιμώρητον. διὰ τοῦτο αἷς τοὺς ἄλλους μηδὲν ἀδικήσαντας αὐτὸν ἠπείχθη τέχναις ἐγκαταπρῆσαι, ταύταις ἐνδίκως ὑφ’ ἡμῶν τῶν ἀξιωθέντων χάριτος τοιαύτης ἐνεφρουρήθη. τάχα τις ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκούων τὸ παράλογον, ὡς, εἰ δέοι τούτοις αὐτὸν τοῖς ὀλέθροις οἷς ἐπενόησε καθ’ ἑτέρων περιπεσεῖν τὸν ἐξευρόντα, πολλαῖς πάνυ με Ἐριννύσιν ὀφείλεσθαι νομίζει, μᾶλλον δ’ οὐδ’ ἐξαρκέσειν ὅλαις τῇ αὑτοῦ μιᾷ ψυχῇ, καθ’ ἑαυτοῦ δὲ τοὺς μόρους ὑπογράφειν.
(5) ἀλλ’ εἰ χωρὶς δυσμενείας σκέπτεσθαι ἐθελήσετε, εὕροιτε ἂν οὔτε δρῶντας ἑκόντας ἡμᾶς, οὔτε εἰ πάσχομεν, δόξαν τῷ δαίμονι, δικαίων ἀπολαύοντας. καὶ γὰρ ἐξουσίαν ἔχοντες δρᾶν διὰ τὴν τυραννίδα τὰ πρὸς ὠμότητα, ὅμως ἴσμεν ἔκτοπα ὄντα, καὶ μηδὲν τῶν πεπραγμένων ἑαυτοῖς ἀναλαβεῖν δυνάμενοι τὸ μὲν ὅτι δεινὰ ταῦτ’ ἐστὶν ὁμολογοῦμεν. εἴθε μέντοι μηδὲ δρᾶσαι αὐτὰ πικρᾷ ἀνάγκῃ ἐβιάσθημεν, καὶ οὐδεὶς ἕτερος ἦν ἂν ὡς χρηστὸς ἐπαινούμενος ἡμῶν παρόντων. τίς γὰρ ὑμῶν, ὦ Ἀθηναῖοι, ἢ τῶν ἄλλων ἀνθρώπων τὸν ἐπιβουλεύσαντα ἑαυτῷ ἐχθρὸν οὐ διὰ πάσης ἀμύνης παρασχὸν ἐτιμωρήσατο; τοιοῦτον εὑρὼν Περίλαον ἐτιμωρησάμην. καὶ σύνοιδα μὲν ἐμαυτῷ ἔκθεσμα δρῶν, παραμυθίαν
δ’ ἔχω τὸ μὴ μετὰ γνώμης ἐθελουσίου, ὃ τοῖς ὑπ’ ἐμοῦ τιμωρουμένοις οὐ πρόσεστιν.(6) ἐγὼ μὲν οὖν, ὦ σοφώτατοι γηγενεῖς Ἀθηναῖοι, καὶ ἐν τούτῳ τὰ ὑμέτερα ἤθη ἐμιμησάμην, ἐκεῖνος δὲ ἃ δέον ἔχειν ἡμᾶς τοὺς τυράννους μετεδίωξε, καὶ δικαίως οὐχ οἷοι φύσει ἦμεν, ἀλλ’ οἵους ἡμᾶς αὐτὸς ἔπλαττεν, εἰς αὐτὸν ἐγενόμεθα. εὖ μέντοι καὶ νῦν ἴστε, ὅτι οὔτε ἐγὼ ἰδιωτεύων Περίλαος ἂν ἦν, οὔτε ἐκεῖνος μοναρχῶν Φάλαρις. ὑμῖν μέντοι οὐχ ὅτι ὄνειδος, ἐὰν χαλεπήνητε περὶ τῆς τούτου κολάσεως, ἀλλ’ ἐὰν καὶ μὴ κολάζητε τοὺς τοιούτους. κοινῇ μὲν γὰρ ἅπαντας ἀνθρώπους ἠδίκει, καθ’ ὃ τοιούτους ἐπενόει μόρους, ἰδίᾳ δ’ ὑμᾶς διαβάλλων εἰς ὠμότητα καὶ τὸ τῆς πόλεως ἔμφυτον ἦθος λυμαινόμενος. ἅπαντας μὲν οὖν οἶμαι τὸν τρόπον τῆς τιμωρίας ἐπαινεῖν, ἄξιοι γὰρ οἱ τοιοῦτοι πολῖται· εἰ δέ τίς ἐστιν, ᾧ ὁ μόρος οὐκ ἤρεσεν, ἴστω ὡς οὐδὲ Περιλάῳ ἀρεστὰ ἐπράξαμεν.