Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Ἀφίκετο ὡς ἡμᾶς Περίλαος ὁ πλάστης ὑμῶν, ὦ Ἀθηναῖοι, δημιουργήματα πάνυ τὴν κατασκευὴν ἀποχρῶντα κομίζων, ἐφ’ οἷς ἄσμενοί τε αὐτὸν ἐδεξάμεθα καὶ δώροις ἀξίοις διά τε τὴν τέχνην καὶ οὐχ ἥκιστα διὰ τὴν πατρίδα ἠμειψάμεθα. ὃ δ’ ἐντὸς οὐ πολλοῦ χρόνου χαλκευσάμενος ταῦρον μεγέθει πλείω τοῦ κατὰ φύσιν εἰς Ἀκράγαντα ἤνεγκεν. ἥσθημεν οὖν ζῷον ἐργατικὸν ἀνθρώπῳ σύντροφον εἰσδεξάμενοι, καὶ σφόδρα ἡμῖν τὸ θέαμα τυραννικὸν κατεφάνη· οὐ γάρ πω τὸ ἐν αὐτῷ λελοχημένον ἐπεδέδεικτο· ἐπεὶ δ’ ἀναπτύξας τὸ πλευρὸν ἐγύμνωσε μὲν ὠμότητος ἀνάπλεων φόνον, δὲ θανάτου δυσποτμώτερον μόρον, τότε δὴ τῆς τέχνης αὐτὸν ἐπαινέσαντες τῶν τρόπων ἐτιμωρούμεθα, καὶ τῆς ἰδίας ἐπινοίας τὴν ἀπόδειξιν αὐτὸν πρὸ τῶν ἄλλων, ἐπεὶ κακουργότερον οὐδένα τοῦ δημιουργήσαντος ἐξεύρομεν, δοῦναι ἠξιώσαμεν.
(2) ἐνεβιβάσαμεν οὖν αὐτὸν καὶ τὸ πῦρ ἥψαμεν ὡς αὐτὸς ὑπέθετο, πιμπράμενος δὲ τῆς ἐπιστήμης ἀληθεῖς οὔσας τὰς ἀποδείξεις ἔδωκεν· οὔτε γὰρ εἴδομεν τίς ὁ τιμωρούμενος, οὔτε ἠκούσαμεν γόων οὐδ’ ὀλοφυρμῶν· τὰς γὰρ ἔνδοθεν ἐμβοωμένας ὀλοφύρσεις ὁ χαλκὸς εἰς τοὺς ἀκουσομένους κολαστὰς ἐξεμυκᾶτο. ὑμᾶς δέ, ὦ Ἀθηναῖοι, πυνθανόμενος ἄχθεσθαι περὶ τῆς ἀναιρέσεως τοῦ δημιουργοῦ καὶ δι’ ὀργῆς ἔχειν ἡμᾶς ἐθαύμαζον καὶ τέως ἀπιστῶ. εἰ μὲν γάρ, ὅτι μὴ χαλεπωτέρῳ ὀλέθρῳ ᾐκισάμεθα αὐτόν, μέμφεσθε, ἀπολογοῦμαι πρὸς ὑμᾶς τὸ μὴ δυσποτμώτερον ἐπινοῆσαι μόρον· εἰ δ’ αὖ διὰ τὸ ὁπωσοῦν τετιμωρῆσθαι,
κινδυνεύετε πανδημεὶ οἱ ἐπὶ χρηστότητι ὑπεραυχοῦντες πικροτάτην ὀφλῆσαι ὠμότητα. ἢ γὰρ ἑνὸς ἀνδρὸς τοὔργον ἢ ἁπάσης ὑμῶν τῆς πόλεως εἶναι ἀνάγκη· τοῦτο δὲ διαγινώσκεται μόνῃ τῇ ὑμετέρᾳ πρός με διαθέσει.(3) εἰ μὲν γὰρ δικαίως ἁνὴρ ἀπώλετο καὶ προσήκει τοὺς τρόπους καὶ τὴν φύσιν οὐδεὶς Ἀθηναίων ἐκείνῳ, τοῦ χάριν ἡμᾶς μέμφοισθ’ ἄν; εἰ δὲ ἀδίκως, ὑμεῖς μὲν ἐντεῦθεν ὁμολογεῖτε οὐδὲν ἀμείνους εἶναι Περιλάου, ἐγὼ δὲ οὔπω δίδωμι τὴν τιμωρίαν πεπρᾶχθαι ἄδικον, πρὶν ἂν ἐμαυτῷ δόξω παρὰ τὴν δίκην εἰργάσθαι. καίτοι παρὰ τυράννου τὰ δίκαια οὐδὲ εἷς ἐπιζητεῖ, τὸ γὰρ σῶζον αὐτὸν τοῦτο ἔοικεν εἶναι· ἀλλὰ τοὐμὸν ἀσφαλὲς καὶ τὸ τῆς ἀρχῆς ἐχυρώτατον ὑπεξελεῖν τότ’ ἂν δόξαιμι, ὅταν κατ’ εὐθεῖαν μὴ τετιμωρῆσθαι δοκῶ. πέποιθα δὲ μήθ’ ὑμῶν τῷ μήτε τῶν ἄλλῶν Ἑλλήνων τὴν λώβην ἄδικον φανεῖσθαι, ἥν τις ἑτέροις ἐτεκτήνατο, αὐτὸν ἐμφορήσασθαι τὸν μηχανησάμενον, τεκμαιρόμενος ἔκ τε τῶν λοιπῶν ἁπάντων, οὐχ ἥκιστα μέντοι καὶ δι’ ἐμαυτόν, ὅτι μοι ταύτῃ μάλιστα προσήκειν τιμωρηθῆναι ἔδοξε. καίτοι γ’ ὑπὲρ ἐμοῦ τὸν ὄλεθρον εὗρε κατὰ τῶν ἐπιβουλευόντων ἀχθεινότατον· ἀλλὰ τοὐμὸν ἀσφαλές, ἐν οἷς τοῦ φύσει δικαίου κριτὴς ἀπεδείχθην, ἀφῆκα, ἁπλοῦν δὲ αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ δίκαιον ἐλογισάμην.