Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα·
  2. σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
  3. Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
  4. διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές.
  5. θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
  6. λέγειν ἐν πτερόεντι τροχῷ
  7. παντᾷ κυλινδόμενον·
  8. τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
  9. ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
  10. γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
  11. Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
  12. πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
  13. ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ
  14. ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι
  15. φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι
  16. ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,