Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

δεῖξον τὸ ψήφισμα, καὶ τίνες ἐγένοντο μου κατήγοροι γενομένης τῆς ἀποφάσεως, ὥσπερ νῦν ἀμφότερα γέγονε, καὶ ψήφισμα καθʼ ὃ ἐζήτησεν ἡ βουλή, καὶ κατήγοροι χειροτονήσαντος τοῦ δήμου, παρʼ ὧν νῦν οἱ δικασταὶ τἀδικήματα πυνθάνονται. κἂν ᾖ ταῦτα ἀληθῆ, ἀποθνήσκειν ἕτοιμός εἰμι. εἰ δʼ αὐτὴν προελομένην ἀποφῆναί με φῄς, παράσχου μάρτυρας τοὺς Ἀρεοπαγίτας, ὥσπερ ἐγὼ παρέξομαι ὅτι οὐκ ἀπεφάνθην.

καταψευσάμενον μέντοι κἀμοῦ καὶ τῆς βουλῆς ὥσπερ σὺ καὶ πονηρὸν καὶ προδότην ἕνʼ[*](ἕνʼ Blass: ὃν A pr. (del. ras.) N: ὄντʼ Franke.) εἰσαγγείλας, καὶ ἐξελέγξας ἐν πεντακοσίοις καὶ δισχιλίοις τῶν πολιτῶν ὅτι μισθώσας αὑτὸν Πυθοκλεῖ[*](Πυθοκλεῖ Ν: Τιμοκλεῖ Α.) κατʼ ἐμοῦ ταῦτʼ ἔπραξεν, ἐτιμωρησάμην μετὰ τῶν τότε δικασάντων. λαβέ μοι σὺ τὴν μαρτυρίαν, ἣν καὶ πρότερον παρεσχόμην μαρτυρουμένην τοῖς δικασταῖς καὶ οὐδεὶς ἐπεσκήψατο ὡς ψευδεῖ οὔσῃ, ἣν καὶ νῦν παρέξομαι. λέγε τὴν μαρτυρίαν.