Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς[*](πρὸς ὑμᾶς Baiter et Sauppe: πρός τινας codd.) τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν ἡ βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι.

ἀνάγκη τὴν βουλήν, ὦ ἄνδρες, τὴν ἐξ Ἀρείου πάλου κατὰ δύο τρόπους ποιεῖσθαι τὰς ἀποφάσεις πάσας. τίνας τούτους; ἤτοι αὐτὴν προελομένην καὶ ζητήσασαν, ἢ τοῦ δήμου προστάξαντος αὐτῇ. χωρὶς τούτων οὐκ ἔστιν ὅντινʼ ἂν[*](ὅντινʼ ἂν Baiter et Sauppe: ὅντινα codd.) τρόπον ποιήσειεν. εἰ μὲν τοίνυν φῄς, ὦ μιαρὸν σὺ θηρίον, τοῦ δήμου προστάξαντος ζητήσασαν τὴν βουλὴν περὶ ἐμοῦ ποιήσασθαι τὴν ἀπόφασιν,