Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ἐξέπλευσεν Ἐφιάλτης, μισῶν μὲν τοῦτον, ἀναγκαζόμενος δὲ τῶν πραγμάτων κοινωνεῖν· ἀφείλετο καὶ τοῦτον ἡ τύχη τῆς πόλεως. Εὐθύδικος προῃρεῖτο τὰς ὑπὲρ τοῦ δήμου πράξεις· ἔφη τούτῳ Δημοσθένης φίλος εἶναι· καὶ[*](καὶ add. Reiske.) οὗτος ἀπώλετο. καὶ ταῦθʼ ὑμεῖς ὁρῶντες καὶ ἐπιστάμενοι πολὺ βέλτιον ἢ ἐγὼ οὐ λογίζεσθε, οὐ σκοπεῖσθε πρὸς ὑμᾶς αὐτούς, τεκμαιρόμενοι τὰ μέλλοντα ἐκ τῶν γεγενημένων, ὅτι οὐδὲν οὗτος χρήσιμος ἀλλʼ ἢ τοῖς ἐχθροῖς κατὰ τῆς πόλεως[*](Post πόλεως lacunam indicavit Maetzner, post ἐγένετο Sauppe.)---;

---συστῆσαι κατασκευὴν ἑτέραν οἵα ἐπʼ Ἄγιδος[*](ἐπʼ Ἄγιδος Wesseling: ἐπʼ Αἰγὸς codd.: ἔναγχος Cobet.) ἐγένετο, ὅτε Λακεδαιμόνιοι μὲν ἅπαντες ἐξεστράτευσαν, Ἀχαιοὶ δὲ καὶ Ἠλεῖοι τῶν πραγμάτων ἐκοινώνουν, ὑπῆρχον δὲ ξένοι μύριοι, Ἀλέξανδρος δʼ, ὡς οἱ[*](ὡς οἱ] ὡς ἦσαν οἱ Reiske.) λέγοντες, ἐν Ἰνδοῖς ἦν, ἡ δʼ Ἑλλὰς ἅπασα διὰ τοὺς ἐν ἑκάστῃ τῶν πόλεων προδότας ἀχθομένη τοῖς παροῦσι πράγμασιν ἠσμένει μεταβολήν τινα τῶν κακῶν τῶν περιεστηκότων.