Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

οὐκ ἐπειδὴ τῷ δήμῳ συμβουλεύειν ἤρξατο, ὡς μήποτε ὤφελεν — ἀφήσω γὰρ αὐτοῦ τὰ ἴδια· ὁ γὰρ χρόνος οὐκ ἐπιδέχεται μακρολογεῖν —, ἀγαθὸν μὲν ἁπλῶς εἰπεῖν οὐδὲν γέγονε τῇ πόλει, ἐν κινδύνοις δὲ καὶ κακοῖς καὶ ἀδοξίᾳ πᾶσʼ ἡ Ἑλλάς, οὐ μόνον ἡ πόλις, καθέστηκε; καί, πλείστοις καιροῖς ἐν ταῖς δημηγορίαις χρώμενος, ἅπαντας ἀφῆκε τοὺς ὑπὲρ ὑμῶν καιρούς; καὶ ἐν οἷς[*](καὶ ἐν οἷς A corr. (2): ἐν οἷς A pr. N, Thalheim, qui post πρᾶξαι interpunxit et δὲ post τοσοῦτον addidit.) τις ἂν φιλόπολις ἀνὴρ καὶ κηδεμὼν προείλετό τι πρᾶξαι, τοσοῦτον ἐδέησεν ὁ δημαγωγὸς καὶ χρήσιμος αὐτίκα φήσων ὑμῖν γεγενῆσθαι πρᾶξίν τινα προφέρειν, ὥστε καὶ τοὺς πράττοντας ὑπὲρ ὑμῶν τι τῆς αὑτοῦ τύχης ἀνέπλησεν.

ἀπῆρε Χαρίδημος πρὸς τὸν Περσῶν βασιλέα, χρήσιμος ὑμῖν οὐ λόγοις ἀλλʼ ἔργοις βουλόμενος γενέσθαι, καὶ τοῖς ἰδίοις τοῖς αὑτοῦ κινδύνοις ὑμῖν καὶ τοῖς ἄλλοις Ἕλλησι βουλόμενος τὴν σωτηρίαν παρασκευάσαι· περιιὼν οὗτος[*](οὗτος Α: οὕτως Ν.) κατὰ τὴν ἀγορὰν ἐλογοποίει καὶ τῶν πραττομένων εἰσεποίει κοινωνὸν αὑτόν· οὕτω κατέστρεψεν ἡ τύχη ταῦτα ὥστʼ ἐναντία[*](ὥστʼ ἐναντία Baiter: ὡς τἀναντία codd.) γενέσθαι[*](γενέσθαι Blass: γίνεσθαι Α: γίγνεσθαι Ν.) τοῖς προσδοκωμένοις.