Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι[*](μυλῶνι Sauppe: μύλωνι codd.)· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος.

διὰ δὲ τοῦτον τὸν προδότην παῖδες καὶ γυναῖκες αἱ Θηβαίων ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διενεμήθησαν, πόλις ἀστυγείτων καὶ σύμμαχος ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται, ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ τῶν κοινωνησάντων ὑμῖν τοῦ πρὸς Φίλιππον πολέμου. ἀροῦται, φημί, καὶ σπείρεται· καὶ οὐκ ἠλέησε, φημί, ὁ μιαρὸς οὗτος πόλιν οἰκτρῶς οὕτως ἀπολλυμένην, εἰς ἣν ἐπρέσβευσεν ὑφʼ ὑμῶν ἀποσταλείς, ἧς[*](ἧς Wolf: οἷς codd.) ὁμόσπονδος καὶ ὁμοτράπεζος πολλάκις γέγονεν, ἣν αὐτός φησι σύμμαχον ἡμῖν ποιῆσαι. ἀλλὰ πρὸς οὓς εὐτυχοῦντας πολλάκις ἦλθε, τούτους ἀτυχοῦντας προδέδωκεν.