Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις.
ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε[*](χρῆσθε] χρήσεσθεRosenberg: κέχρησθε Blass.) τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ.