Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

Ὁ μὲν Οὐλιάδης, ᾧ μάλιστʼ ἐπεποίθεις, οὔτε ὅτε ἀφίγμεθα εἰς Ῥόδον παρὼν ἔτυχεν, ἀλλὰ περὶ Αἰνδον ἧν, οὔτʼ ἐπανελθών εἰς Ῥόδον περιττῶς ήσμένισεν ἡμᾶς, ἔξω δὴ τοῦ τὰ κοινὰ ταῦτα προστάξαι, λέγειν, εἴ τινων χρῇζομεν. ὁ δὲ Κλεοκράτης, οὐδὲ μὰ τοὺς θεοὺς ἐπιστεῖλαί σοι δυναίμην ἂν αὐταρκῶς τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας, ὅσῃ κέχρηται περὶ ἐμέ.

καὶ γὰρ οἰκίαν παρεσκεύασέ μοι δημοσίᾳ δοθῆναι καὶ χωρίον ἐν Καμίρῳ, καὶ αὐτὸς δὲ ἔπεμψεν ἡμῖν τὰ ἐπιτήδεια καὶ εἰς ἐνιαυτὸν ἄφθονα, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Τεύθραντι καὶ Πλειστίᾳ, τὰ μὲν ἄλλα καὶ εἰ φαυλότερα τῶν Ἀθήνησιν, ὥσπερ ἔλαιον καὶ μέλι, ἀλλʼ οἵων παρόντων οὐδὲν ἂν τῶν ἐκεῖθεν δεηθείημεν, οἶνόν γε μὴν καὶ πολὑ ἀμείνω τοῦ παρʼ ὑμῖν, καὶ ἐκ

στροβίλου ἄμα καὶ ἀλεύρων καὶ ἀρωμάτων πεποιημένα ἐν τύποις τραγήματα, ὧν καὶ πέπομφά σοι.

ταῦτά θʼ ἡμῖν ἔπεμψε, καὶ πυρῶν μεδίμνους, ὅσοις ἐγὼ μεδίμνοις οὐκ ὅπως ἐμαυτόν, ἀλλὰ καὶ πάντας Κοθωκίδας διαρκεῖν ἂν ἐδυνάμην· καὶ πολλὰ δὲ ἄλλα πρὸς τούτοις, ἄ γράφειν αἰσχύνομαι, ἵνα μή τινα δηλοῦν ἐμὴν μικρολογίαν δόξω. τὸ μὲν γὰρ τὰ μικρὰ πάνυ ὑπερασπάζεσθαι μικρολογίας τινὸς εἶναί φημι καὶ ἀπειροκαλίας, φιλοφρονημάτων δὲ καὶ μικρῶν πάνυ ἔγωγε ἡττᾶσθαι ὁμολογῶ.