Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

οὖτος δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὅν ἀνατείνει τὸ Κλεοκράτους γένος. λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τὸὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἄπτεται. καὶ εἰ μὴ σφόδρα γδεῖν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἶπὼν ἔπη Πινδάρου· νυνὶ δὲ οἶδα, ὅτι μάτην σοι αὐτὰ τὴν λύραν λέξομεν.

δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο· ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσῆκον Κλεοκράτει. λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμιπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν, ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπʼ Ὀλύμπια ἄγοι;

ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀπορρώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι. καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον,

ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ. τοσοῦτον μέντοι εἴποιμ’ ἄν, ὅτι ἡ πρεσβῦτις ἐκείνη, ε τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὑ ἄν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαις ἐσεμνύνετο.