Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

καὶ περὶ μὲν τῶν Αυκούργου παίδων Δημοσθένης ὑμῖν ἐπιστέλλει, καὶ δεῖται καλῶς ποιῶν χαρίσασθαι τὸ πατρῷον αὐτοῖς ὄφλημα, καὶ ὑμεῖς οὐδὲν ἄλλʼ ἤ Ἀθηναίων ἔργον, ἐλεήσαντες αὐτοὺς καὶ χαρισάο μένοι, ἐποιήσατε· καὶ γὰρ ὀργίζεσθαι ῥᾳδίως ὑμῖν ἔθος ἐστὶν καὶ χαρίζεσθαι πάλιν·

ἐγὼ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ παίδων οὐκ ἂν ὑμᾶς πείσαιμι δεόμενος, ὡς μή μοι μὴ μόνον ἐν ὀρφανίᾳ τραφῶσιν, ἀλλʼ ὀρφανοί θʼ ἄμα καὶ φυγάδες ὄντες, οὔτε ἀδικήσαντες παῖδες ὄντες, ἀλλʼ οὐδὲ ἄλλως ἑαλωκότες, τὰ μέντοι τῶν ἑαλωκότων πάντα πεπονθότες; εἶτα τελευτήσαντος ἄν ἀναμνησθεῖτέ μου, καὶ χαρίσαισθε τὰς δεήσεις, νῦν οὐ προσέχοντες ἡμῖν; ἀλλὰ καὶ πράξατε. ἄνδρες Ἀθηναῖοι, καὶ πείσθητε, τὰ συνήθη τε αὐτοῖς καὶ μέτρια ποιοῦντες.

οὐ γὰρ ἂν δὴ τῶν τρόπων ἀποσταίητε καὶ καταλύσαιτε τὴν τῆς πόλεως δόξαν, ἢν ἐπὶ χρηστότητι μείζω καὶ φιλανθρωπίᾳ διὰ παντὸς

ἔσχεν ἢ ταῖς ἄλλαις ἀρεταῖς πάσαις ἡ πόλις. οὐδʼ ἂν Μελάνωπος ἰσχύσειε πλέον κωλύων ὑμᾶς μιμεῖσθαι τὴν ἑαυτῶν χρηστότητα καὶ φιλανθρωπίαν,

ἢ παρακαλῶν — οὐκ Αἰσχίνης, οὐδαμῶς μὰ τοὺς θεούς· οὐ γὰρ αὐτάρκης οὐδʼ εὐτυχὴς πείθειν ἔγωγε τὴν πατρίδα τὴν ἐμήν, καὶ μάλιστα νῦν, ἐμαυτοῦ χάριν πείθειν δοκῶν· ἀλλʼ ὁ τῆς πόλεως τρόπος καὶ τὸ πάλαι ὑμῶν ὄνομα καὶ τὸ τῶν προγόνων ἡθος, οἶς ἀναγκαιότερον δήπουθεν ἢ Μελανώπῳ καθʼ ἡμῶν δεομένῳ προσέχειν.