Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

τὸ μὲν γὰρ ὡς ἄγχιστα τῆς ἑαυτῶν

πατρίδος ἑστάναι κατειρωνευομένων ἔμοιγε τῆς συμφορᾶς εἶναι μᾶλλον ἢ στεργόντων ἐδόκει τὴν πόλιντὸν δὲ ὄντως στέργοντα τὴν ἑαυτοῦ πόλιν ὡς πορρωτατῶ μᾶλλον αὐτῆς ἐχρῆν ἀπιέναι, καὶ μηδὲν ἐν τοῖς ὄμμασιν ὑπόμνημα ἔχειν, ὅ τὴν γνώμην ἀμύξει.

καὶ γὰρ οὐδʼ ἐνταῦθα μείνας, ἐν ʽΡόδῳ, φανείην ἄν, ἀλλὰ τῆς περαίας ἑλόμενός τι φρούριον μικρόν, ʼʼΑμὸν· κἀνταῦθα πριάμενος χωρία τοσούτων ταλάντων, ὅσων εἰκὸς ἥν τὸν Φιλίππου μὲν πρότερον, εἶτʼ Ἀλεξάνδρου μισθωτὸν ὕστερον γενόμενον, καὶ Φωκεῖς προδόντα καὶ τὴν τῶν Ἐλλήνων ἐλευθερίαν Μακεδόσι, κάθημαι μεθʼ ἑπτὰ θεραπόντων ἐνταῦθα καὶ δυοῖν μόνων γνωρίμων καὶ τῆς μητρός,

ἢ τρίτον ἔχουσα καὶ ἑβδομηκοστὸν ἔτος ἔπλευσε σύν ἐμοὶ μεθέξουσα τῆς διʼ ὑμᾶς μοι συμφορᾶς γενομένης, καὶ μετὰ γυναικός, ἢ συνεξέπεσέ μοι κωλύοντος αὐτὴν τοῦ πατρὸς καὶ μένειν ἴσως ἀναγκαζόντων τῶν νόμων, τὸν τρόπον τῆς πόλεως μᾶλλον ἢ τοὺς νόμους ἐπισταμένη, καὶ μετὰ τριῶν παίδων οὐδέπω καὶ νῦν τῆς ἑαυτῶν συμφορᾶς ἐπαισθομένων, οὐδὲ ὁποίαν μὲν αὐτοῖς ὁ θεὸς δέδωκε γιγνομένοις πατρίδα τὴν Ἀθηναίων πόλιν, ὁποίαν δʼ εὐθέως γενομένων ἀφῇρηται πάλιν.

καὶ ἕτεροι μέν, ὡς ἔοικε, τοὺς ἑαυτῶν παῖδας, τοὺς ἢ ἐν Βοιωτίᾳ

γενηθέντας ἢ ἐν Αἴτωλιᾳ, πρὸς ὑμᾶς πέμπουσι τῆς αὐτόθι παιδείας μεθέξοντας· οἷς δὲ ταῦτα παρὰ τῆς φύσεως ὑπῆρξεν, οὐ δημοποιήτου πατρὸς οὗσιν οὐδʼ ἐπʼ αἰτίαις αἰσχραῖς ἑαλωκότος, φεύγουσιν ἔτι νήπιοι, καὶ τρέφονται πένητες ἐν ἐρημίᾳ τε καὶ φυγῇ πατρῴᾳ.