Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
οὐ γὰρ ἠγνόουν μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεούς, ὅτι λαμπρόν ἐστιν τὸ τοῖς μὲν βαρβάροις πολεμεῖν, τοὺς δὲ `´Ελληνας ἐλευθεροῦν, καὶ ταῦτά γε καὶ τοὺς πατέρας ἡμῶν προελομένους· ἀλλʼ εἰς μὲν τὸ
βούλεσθαι τὰ κράτιστα τὴν γνώμην οὗσαν ἱκανήν, εἰς δὲ τὸ δύνασθαι καὶ τύχης ἀγαθῆς ὑμᾶς δεομένους.προσήκειν οὖν μεμνῆσθαι καὶ ὑμᾶς ὑπελάμβανον, ὅτι Ἀθηναίοις μὲν ἐπιστέλλομεν, Ἀθηναίοις δὲ οὐκ ἐν οἷς Θεμιστοκλῆς ἐπολιτεύσατο, ἀλλʼ οἵ τὰς μὲν γνώμας καὶ τὰς νήσας ἐκείνων εἰσί, τὰς μέντοι πρὸς τοὺς πολέμους ἀφορμὰς οὐχ ὁμοίας ἔχουσιν. ἐπεὶ δότωσαν μὲν ἡμῖν τριακοσίας τριήρεις οἷ τὰ τῆς `Ελλαδος ἄξια γράφοντες ἡμῖν, δότωσαν δὲτρισμύρια τάλαντα ἀργυρίου καὶ χρυσίου ἀπέφθου δισχίλια, δότωσαν δὲ ἀνδρῶν ἐν ἥβῃ τοσοῦτο πλῆθος, ἤδη γεγυμνασμένων ἐν ὅπλοις· καὶ μηκέτι συμβουλευέτωσαν·
αὐτοὶ γὰρ εἰδήσομεν ἄ χρὴ πράττειν, δυνάμενοι τὰ δόξαντα πράττειν. μηδὲ ῥαψῳδείτωσαν μάτην ἐπαινοῦντες ἡμῶν τοὺς προγόνους τε καὶ τὴν χώραν, ὅτι ἐγένοντο ἐν αὐτῇ καὶ ὑπὲρ αὐτῆς ήγωνίζοντο οἷ θεοί· ἐπεὶ πύθεσθε αὐτῶν, τί ἔν τη περὶ Χαιρώνειαν μάχῃ τὴν πόλιν ὥνησε τὴν Ἀθηναίων, ὅτι Ἄρης πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιρροθίου ἐν Ἀρείῳ πάγῳ ἐκρίθη.
ἀλλʼ εἰ πρὸς Ἀντίπατρον, ἢ ὅστις ἄλλος Μακεδόνων βασιλεύς, ἴκανοί ἐσμεν ἀγωνίσασθαι, τοῦτο χρὴ σκοβούλεσθαι
πεῖν· κἂν ἱκανοὶ ὧμεν, ἀγαθῇ τύχῃ ἀναλαβόντες τὰ ὅπλα εὐθέως ἐλευθερῶμεν τοὺς Ἕλληνας. εἰ δὲ τούτου μὲν ὀλιγωρήσομεν, κολακευόμενοι δὲ ἡσθησόμεθα, πῶς οὐ μετὰ τοῦ δοκεῖν ἑαυτοῖς αἴτιοι γεγονέναι τῶν συμφορῶν, ὅ μόνον οὐδὲ παραμυθίαν ἔχει τοῖς κακῶς πράττουσιν, ἀτυχήσομεν;ἔστιν δὲ καὶ πόλεως καὶ ἀνδρὸς εὗ φρονοῦντος ἔργον, ἀεὶ πρὸς τὰς παρούσας ἀφορμὰς ὑπὲρ τῶν παρόντων βουλεύσασθαι· τὸ δὲ τὴν μὲν τόλμαν εἰς τὰ πράγματα, οἷς ἐπιχειρεῖ τις, ἐκ τῆς πρόσθεν ἰσχύος ἔχειν, τὴν δὲ ἰσχὺν πάλαι ποτʼ ἐσχηκέναι μεγάλην, ὅμοιά γε φαίνεται, ὥσπερ ἂν εἴ τις λυμπίασι νικήσας πολλάκις ὕστερον γέρων ὢν ἀπογρά(ψοιτο ἔτι καὶ προκαλοῖτο τοὺς ἀντιπάλους, ἀναμιμνῇσκόμενος ἧς ἔσχηκεν, οὐχὶ τῆς παρούσης, δυνάμεως.
ἄξιον δὲ καὶ ἄ λέγειν αὐτοὺς πυνθάνομαι λογίσασθαι μεθʼ ὑμῶν, ὡς καινὰ καὶ θαυμαστὸν ὅσον εἰς ἂ βούλονται πρᾶξαι συλλαβεῖν δυνάμενα, φάσκοντας δεῖν ὑμᾶς ὁμονοεῖν, ὥσπερ ὑμᾶς οὐκ ἐπισταμένους, ὅτι τοῦτο μὲν πάσῃ πόλει, καὶ πολεμεῖν καὶ εἰρήνην ἄγειν βουλουμένῃ, κράτιστόν ἐστιν.
δεῖ δὲ οὐ τοῦτο σκοπεῖν, εἰ ὁμονοητέον ὑμῖν πολεμοῦσιν ὑπὲρ τῶν Ἑλλήνων· ὁμονοητέον γὰρ καὶ πολεμοῦσι καὶ μὴ παντὸς εἵνεκα· ἀλλʼ εἰ βουλομένοις πολεμεῖν καὶ ὁμοκἂν
νοεῖν, ὡς ἴσμεν ἄπαντες, αὐτάρκης ἐστὶν ἡ δύναμις. ἕως δʼ ἂν μήτε στρατιάς, ἄς πολεμοῦντες ἕξομεν, μήτε χρημάτων πόρους δεικνύωσιν, ἀλλὰ τὴν Ἀθηνᾶν ἔγγυον διδῶσι τοῦ πολέμου, μηδὲν Δημοσθένους διαφέρειν αὐτοὺς αὐτίκα νομίζετε.ἀλλʼ ἐκεῖνον μέν, ὥσπερ ἥν ἄξιος παραπλὴξ τὴν διάνοιαν ὥν, κατελύσατε εἰκότως· τούτοις δὲ ἀποχρησάτω μηδὲν παθεῖν κακὸν παραδόξους λόγους μελετῶσι, καὶ μηδὲ λείψανον ἐῶσιν ἡμῖν τι τῶν πραγμάτων, ἀλλὰ καὶ τούτων φθονοῦσι, πράττειν δʼ ἀεὶ βουλομένοις, ἕως ἂν τὸ Θηβαίων πολιτεύσωνται πολίτευμα, μηλόβοτον ἡμῶν γενέσθαι τὴν χώραν καὶ κατασκαφῆναι τὴν πόλιν ἀναγκάσαντες. οὐ γάρ, εἰ κακῶς ἔχει τὰ πράγματα, διὰ τοῦτο οὐδέν, ὅπως μὴ χεῖρον ἔξει, φροντιστέον.