Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως.
καὶ περὶ Ἐπίδαμνον δʼ ὁμοίως πάλιν κατιὼν δὲ ἔφη μουσικὸν ὑπʼ εὐηθείας πεπεῖσθαι, ὅτι ρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς
γραὸς ἰδών. καὶ ἄλλως δʼ ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπʼ ἀπιστίας ἐγεγόνειν· ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, τοῦτʼ ἐκεῖνο ἔφην, καταπρήσοντες ἡμᾶς πάρεισι, καὶ διʼ ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τοὔμπροσθεν. εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὄν μηδεὶς ἄν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. τοιαῦτα μὲν παθὼν δεῖν σοι γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην· σὺ δὲ ἄν ἱκανῶς οἶμαι γελάσειαῇ.
ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ.
Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε
|τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν·ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν.
εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με δίκην ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἀπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸς ἐν Πέρσαῖς ἄπειμι καὶ Μήδοις βασιλέα. καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἤκιστα Δημοσθένης. ἀλλʼ οὐδʼ ἐκεῖ παύσομαι γράφων, ἂ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζόμενος ὑμῖν
μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν, ὥσπερ ἄλλοι τινές, ἀλλʼ ἐλευθέρως νουθετῶν.εὗ γὰρ εἰδέναι χρή, ὅτι τῶν πολιτευομένων οἷ μᾶλλον ἐπιπλήττειν ἢ χαρίζεσθαι θέλοντες ὑμῖν δοκεῖν, οὗτοι καὶ μάλιστα πρὸς ἡδονὴν λέγουσι, τὴν ὑπὸ προσχήματι τῆς παρρησίας ὁδὸν τοῦ κολακεύειν ἑλόμενοι (καὶ γὰρ αὕτη τίς ἐστιν τοῦ χαρίζεσθαι πολίταις καὶ ἡγεμόσι πολὺ κακουργοτέρα προαίρεσις)· ἢν βαδίζοντές τινες Ἀθήνησι καὶ περιόντος ἐμοῦ παρʼ ὑμῖν (οὕτω γάρ με χρὴ λέγειν), καὶ νῦν, ὅσον ἐφʼ ὑμῖν, τεθνεῶτος, αἰτιῶνται μὲν ὑμῶν τὴν ὀλιγωρίαν ὡς οὐκ ἐθελόντων ἄρχειν τῆς Ἑλλάδος, προτρέπονται δὲ ἐπὶ τὴν ἡγεμονίαν ὡς δυναμένους.
ὑμεῖς δὲ μετὰ τοῦ δοκεῖν ἀργοὶ γεγονέναι δύνασθαι τῶν Ἐλλήνων ἄρχειν νομίζεσθαι θέλετε μᾶλλον, ἢ μετὰ τοῦ μένειν ὑμῶν τὰς προθυμίας ἐνδεῖσθαι τῆς δυνάμεως. πυνθάνομαι γὰρ τελευτήσαντος Ἀλεξάνδρου προτρέπειν τινὰς ὑμᾶς καινοτέρων ἄπτεσθαι πραγμάτων· ἐγὼ δʼ ἐβουλόμην ἂν ταὐτὰ συμβουλεύειν ὑμῖν μετὰ τοῦ ταῦτα συμφέρειν.