Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
καὶ γὰρ ἐν Μαγνησίᾳ ταὐτὸ τοῦτο περὶ Μαίανδρον τὸν ποταμὸν ἔφη γεγονέναι ὑπό τινος τῶν ἐκεῖ νέων, ἀφʼ οὗ καὶ ἔτι σήμερον Ἄτταλον τὸν ἀθλητὴν ὁ πατήρ, ἔφη, αὐτοῦ οὐχ ἑαυτοῦ υἱόν, ἀλλὰ τοῦ Μαιάνδρου εἶναι πείθεται, καὶ διὰ τοῦτο αὐτὸν οὕτω πάνυ νομίζει σαρκῶν τε καὶ ῥώμης εὗ ἔχειν· ἐπειδὰν δὲ πολλὰς λαβὼν πληγὰς καὶ ἀπειπάμενος ἐξίῃ, τὸν ποταμὸν αὐτῷ νεμεσῆσαῖ λέγει, ὅτι νικήσας οὐ πατέρα ἀνηγόρευεν αὐτόν. οὐκ ἄρʼ ἀπορεῖ γε ἡττώμενος προφάσεως.
καὶ περὶ Ἐπίδαμνον δʼ ὁμοίως πάλιν κατιὼν δὲ ἔφη μουσικὸν ὑπʼ εὐηθείας πεπεῖσθαι, ὅτι ρακλέους εἴη τὸ ἐκ μοιχοῦ γεγονὸς αὐτῷ παιδίον. ἐγὼ δὲ οὐκ ἐπαιδοποιησάμην, ἔφη, ἅπαξ δὲ διελέχθην παιδὶ ὑπερώρῳ τε ἤδη, καὶ λουομένην αὐτὴν μετὰ μιᾶς
γραὸς ἰδών. καὶ ἄλλως δʼ ἐδόκει μοι, ἔφη, ὡς μὴ παντάπασι τὰ ἐν Ἰλίῳ τραγικά τε καὶ φοβερὰ ᾖ, παίζειν δεῖν τι καὶ ἡμᾶς καὶ οἷον ἐν κωμῳδίαις περὶ τὸν Σκάμανδρον ἐργάσασθαι.κἀγὼ μὲν ἄλλο οὐδὲν ἢ ποῖ λήξει ἡ τοσαύτη ἀναισχυντία προσμένων, λίθινος ὑπʼ ἀπιστίας ἐγεγόνειν· ὁ δὲ ἐῴκει καὶ τρίτην Ἀπόλλωνός μοι δοκῶ καὶ Διονύσου μοιχείαν ἐπάξειν, ἕως ἰδὼν ἐγὼ ὄχλον προσιόντα τῇ θύρᾳ, τοῦτʼ ἐκεῖνο ἔφην, καταπρήσοντες ἡμᾶς πάρεισι, καὶ διʼ ὀπισθοδόμου τινὸς εὐθέως πρὸς Μελανιππίδην φεύγων ᾠχόμην, ἐκεῖθεν δὲ ἑσπέρας ἐπὶ θάλατταν, εἶτα εἰς τοὔμπροσθεν. εἶτα ἀξένῳ καὶ ὤστῃ ἀνέμῳ κατήχθημεν, ὄν μηδεὶς ἄν ἄλλως ἢ φεύγων τὸ Κιμώνειον ἄγος ὑπομείναι πλέων. τοιαῦτα μὲν παθὼν δεῖν σοι γράφειν, ὡς σχετλιάσοντι καὶ ἐμοῦ μᾶλλον, ᾤμην· σὺ δὲ ἄν ἱκανῶς οἶμαι γελάσειαῇ.
ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ.
Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε
|τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν·ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν.