Epistolae
Aeschines
Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.
ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ
Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη.καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής.
λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν, ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι. ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται.
οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ
θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται.ὡς δὲ οἴκαδε εἶσέρχομαι, καταλαμβάνω τὸν Κίμωνα, καὶ οἷα ἥν εἶκὸς ἐργάζομαι, καλῶν ἀνόσιον καὶ διʼ αὐτὸν ἀπολωλέναι λέγων ἡμᾶς. ὁ δὲ οὐδὲν διʼ αὐτὸ ἔδεισεν, οὐδὲ ᾐσχύνθη τοῖς πεπραγμένοις, ἀλλὰ μύθους ἐπεβάλλετο λέγειν μακρούς, τοὺς ἁπανταχόθι τροχῶν ἄξια εἰργασμένους καταριθμούμενος.