Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτὰρ ἐγὼν ἐρέω τά τʼ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,
  2. θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,
  3. ὅσσα τʼ ἀπʼ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,
  4. αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,
  5. ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ
  6. ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,
  7. εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,
  8. ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα
  9. θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.
  10. θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,
  11. ἀλλὰ δέμας βαιοί· τοὶ δʼ ἔμπαλιν ἀλκήεντες,
  12. βουλὴν δʼ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δʼ ἄρʼ ὁμαρτῇ
  13. καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλουσʼ ἀμενηνοί,
  14. ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,
  15. βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.
  16. γιγνώσκουσι δʼ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,
  17. ἔνθʼ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.
  18. οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·
  19. οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·
  20. οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·