Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς
  2. καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.
  3. οἱ δʼ ἄρʼ, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν
  4. ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας,
  5. δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι
  6. θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα
  7. Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.
  8. αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις.
  9. τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο,
  10. Τίρει[*](ἴστρω (ἴστρου) MSS.: corr. Brodaeus.) ἐπʼ εὐρυρέοντι, κυήσατο τοξεύτειρα
  11. Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα,
  12. ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.
  13. πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην,
  14. ὄμματα δʼ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας,
  15. ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δʼ ἄρα δειρῆς
  16. καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι.
  17. τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,
  18. τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι,
  19. δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα
  20. καὶ πυρὸς ἀστράπτουσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί,