Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἀλλʼ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον
- Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες
- παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ,
- οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
- καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν.
- ἀλλʼ οὐδʼ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα
- ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·
- τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.
- ἀλλʼ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν,
- ταύρους ἠδʼ ἐλάφους ἠδʼ εὐρυκέρωτας ἀγαυοὺς
- καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς
- ἄλλα θʼ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,
- νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον
- σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα.
- πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν.
- Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο
- νηπιάχου Κουρῆτες, ὅτʼ ἀρτίγονόν μιν ἐόντα
- ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο
- κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης.
- Οὐρανίδης δʼ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα