Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- αὐδήσαιμ’, ἅτε φῶτας ἐνιχριμφθέντα δαμάζει·
- ἦ γὰρ δὴ σὺ μὲν ἄγχι πολυστροίβοιο θαλάσσης
- ἄρκτον ὑπ’ ὀμφαλόεσσαν ἐνάσσαο, ἧχί τε Ῥείης
- Λοβρίνης θαλάμαι τε καὶ ὀργαστήριον Ἄττεω.
- αὐτὰρ ἐγὼ, τόθι παῖδες ἐυζήλοιο Κρεούσης
- πιοτάτην ἐδάσαντο γεωμορίην ἠπείρου,
- ἑζόμενος τριπόδεσσι παρὰ Κλαρίοις Ἑκάτοιο. —
- Ἀλλ’ ἤτοι χολόεν μὲν ἰδὲ στομίοισι δυσαλθὲς
- πνυθείης ἀκόνιτον, ὃ δή ῥ’ Ἀχερωίδες ὄχθαι
- φύουσιν, τόθι χάσμα δυσέκδρομον Εὐβουλῆος
- ἄστυρά τε Πριόλαο καταστρεφθέντα δέδουπε.