Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Τοῖο δὲ πάντα χαλινὰ καὶ οὐρανόεσσαν ὑπήνην
  2. οὖλά θ’ ὑποστύφει χολόεν ποτὸν, ἀμφὶ δὲ πρώτοις
  3. εἰλύεται στέρνοισι κακῇ ἀλάλυγγι βαρῦνον
  4. φῶτ’ ἐπικαρδιόωντα· δύῃ δ’ ἐπιδάκνεται ἄκρον
  5. νειαίρης ἄκλειστον ἀειρόμενον στόμα γαστρός,
  6. τεύχεος ἣν κραδίην ἐπιδορπίου, οἱ δὲ δοχαίην
  7. κλείουσι στομάχοιο, πύλη δ’ ἐπικέκλιται ἀρχαῖς
  8. πρῶτα κόλων, ὅθι πᾶσα βροτῶν ἅλις ἐμφέρεται δαῖς·
  9. αἰεὶ δ’ ἐκ φαέων νοτέων ὑπολείβεται ἱδρώς·
  10. ἡ δὲ ταρασσομένη τὰ μὲν ἔβρασεν ἤλιθα νηδὺς
  11. πνεύματα, πολλὰ δ’ ἔνερθε κατὰ μέσον ὄμφαλον ἵζει·