Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- βλάστην πηγάνιόν τε πόροις ἐν βάμματι σίμβλων,
- σβεννὺς αἰθαλόεντα μύδρον γενύεσσι πυράγρης
- ἠὲ σιδηρήεσσαν ἀπὸ τρύγα, τήν τε καμίνων
- ἔντοσθεν χοάνοιο διχῆ πυρὸς ἤλασε λιγνύς,
- ἄλλοτε δὲ χρυσοῖο νέον βάρος ἐν πυρὶ θάλψας
- ἠὲ καὶ ἀργυρόεν θολερῷ ἐνὶ πώματι βάπτοις·
- πολλάκι δ’ ἡμιδαὲς χειρὸς βάρος αἴνυσο θρίων
- παῦρα χαμαιπίτυος, τότ’ ὀνίτιδος αὖον ὀρείης
- ἠὲ νέον ῥάδικα πολυκνήμοιο κολούσας,
- τέτρασι δ’ ἐν κυάθοισι χαδεῖν μελιανθέος οἴνης·
- ἢ ἔτι μυελόεντα χαλικρότερον πότον ἴσχοις