Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- οἱ δέ τε πορδαλιαγχὲς, ἐπεὶ θήρεσσι πελώροις
- πότμον βουπελάται τε καὶ αἰγινομῆες ἔθεντο
- Ἴδης ἐν νεμέεσσι Φαλακραίῃ ἐνὶ βήσσῃ,
- πολλάκι θηλυφόνον καὶ κάμμαρον· ἐν δ’ Ἀκοναίοις
- δηλήειν ἀκόνιτον ἐνεβλάστησεν ὀρόγκοις.
- Τῷ καί που τιτάνοιο χερὸς βάρος ἔσσεται ἄρκος
- πιμπλαμένης, ὅτε νέκταρ ἐύτριβι κιρρὸν ἀφύσσῃς
- μετρήδην — κοτύλη δὲ πέλοι καταμέστιος οἴνης —,
- σὺν δὲ καὶ ἁβροτόνοιο ταμὼν ἄπο καύλεα θάμνου
- ἢ χλοεροῦ πρασίοιο, τὸ δὴ μελίφυλλον ὑδεῦσι·
- καί τε σὺ ποιήεντος ἀειθαλέος χαμελαίης