Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- οἳ μέν τ’ ἀφροσύνῃ ἐμπληγέες οἷά τε μάργοι
- δήμια λαβράζουσι παραπλῆγές θ’ ἅτε Βάκχαι
- ὀξὺ μέλος βοόωσιν ἀταρμύκτῳ φρενὸς οἴστρῳ.
- Τῷ μέν τ’ ἐξ ἑδανοῖο πόροις δέπας ἔμπλεον οἴνης,
- Πράμνιον αὐτοκρηὲς, ὅπως ὑπετύψατο ληνοῦ·
- ἢ νύμφαις τήξαιο βαλὼν ἁλὸς ἔμπλεα κύμβην·
- πολλάκι δ’ ὀρταλίχων ἁπαλὴν ὠδῖνα κενώσας
- ἀφρὸν ἐπεγκεράσαιο, θοοῦ δορπήια κέπφου.
- τῷ γὰρ δὴ ζωήν τε σαοῖ, καὶ πότμον ἐπισπεῖ
- εὖτε δόλοις νήχοντα κακοφθόρα τέκν’ ἁλιήων
- οἰωνὸν χραίνωσιν, ὃ δ’ ἐς χέρας ἔμπεσε παίδων