Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- καί τε σὺ δραχμάων πισύρων βάρος αἴνυσο γαίης
- Παρθενίης, τὴν Φυλλὶς ὑπὸ κνημοῖσιν ἀνῆκεν,
- Ἰμβρασίδος γαίης χιονώδεος, ἥν τε κεράστης
- ἀμνὸς Χησιάδεσσι νέον σημήνατο νύμφαις
- Κερκέτεω νιφόεντος ὑπὸ σχοινώδεσιν ὄχθαις·
- ἢ καὶ σειραίοιο πόσιν διπλήθεα τεύξαις·
- σὺν δέ τε πηγανόεντας ἐνιθρύψειας ὀράμνους,
- ὀργάζων λίπεϊ ῥοδέῳ θρόνα, πολλάκι χραίνοις
- ἰρινέῳ, τό τε πολλὸν ἐπαλθέα νοῦσον ἔτευξεν.
- Ἤν γε μὲν οὐλόμενόν γε ποτὸν κορίοιο δυσαλθὲς
- ἀφραδέως δεπάεσσιν ἀπεχθομένοισι πάσηται,