Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
Γυνὴ Β
  1. τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
Πραξάγορα
  1. νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν
  2. τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
  3. εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
  4. ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν,
  5. ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν·
  6. ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα
  7. ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
Γυνὴ Α
  1. νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
  2. ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.