Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
- ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν
- πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
- νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί.
- κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
- ὑμεῖς δὲ τί φατε;
- φασί· κατανεύουσι γάρ.
- καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα.
- Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
- καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν.
- ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην