Ecclesiazusae

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.

  1. πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
  2. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Γυνὴ Α
  1. ἐγώ.
Πραξάγορα
  1. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
Γυνὴ Α
  1. ἰδού.
Πραξάγορα
  1. λέγοις ἄν.
Γυνὴ Α
  1. εἶτα πρὶν πιεῖν λέγω;
Πραξάγορα
  1. ἰδοὺ πιεῖν.
Γυνὴ Α
  1. τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην;
Πραξάγορα
  1. ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω
  2. κἀκεῖ.