Ecclesiazusae
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 2. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1907.
- ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που.
- τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
- ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
- ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
- καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
- δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
- ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
- πῶς καταγέλαστον;
- ὥσπερ εἴ τις σηπίαις
- πώγωνα περιδήσειεν ἐσταθευμέναις.
- ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.