Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
- εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
- μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
- κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
- ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
- ταῦτα χρὴ ποιεῖν.
- τουτὶ τί ἔστι;
- χοιροκομεῖον Ἑστίας.
- εἶθʼ ἱεροσυλήσας φέρεις;
- οὔκ, ἀλλʼ ἵνα
- ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
- ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
- φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
- οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
- ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.