Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
- τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
- ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
- ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
- ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
- ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
- μὰ τὸν Δίʼ οὐ πάρεστιν.
- ἀλλʼ ἐγὼ δραμὼν
- αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
- τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
- βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
- τί δʼ ἔστιν ἐτεόν;
- οὐ γὰρ ὁ Λάβης ἀρτίως
- ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
- τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;