Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐδαμῶς γʼ, ἐπεὶ
- αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.
- Νικόστρατος δʼ αὖ φησιν ὁ Σκαμβωνίδης
- εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.
- μὰ τὸν κύνʼ ὦ Νικόστρατʼ οὐ φιλόξενος,
- ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.
- ἄλλως φλυαρεῖτʼ· οὐ γὰρ ἐξευρήσετε.
- εἰ δὴ ʼπιθυμεῖτʼ εἰδέναι, σιγᾶτε νῦν.
- φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
- φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,