Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ʼξίῃ.
  2. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
  3. ἣν οὐδʼ ἂν εἷς γνοίη ποτʼ οὐδʼ ἂν ξυμβάλοι
  4. εἰ μὴ πύθοιθʼ ἡμῶν· ἐπεὶ τοπάζετε.
  5. Ἀμυνίας μὲν ὁ Προνάπους φήσʼ οὑτοσὶ
  6. εἶναι φιλόκυβον αὐτόν· ἀλλʼ οὐδὲν λέγει.
Σωσίας
  1. μὰ Δίʼ, ἀλλʼ ἀφʼ αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθίας
  1. οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
  2. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
  3. εἶναι φιλοπότην αὐτόν.