Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐδενὸς ἠκούσαμεν οὐδὲ
- ξυνετῶς λέγοντος.
- οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
- καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
- ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
- κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
- ηὐξανόμην ἀκούων,
- κἀν μακάρων δικάζειν
- αὐτὸς ἔδοξα νήσοις,
- ἡδόμενος λέγοντι.
- ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
- ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
- δεῖ δέ σε παντοίας πλέκειν
- εἰς ἀπόφυξιν παλάμας.
- τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι