Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
  2. βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
  3. ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
Φιλοκλέων
  1. ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;
  2. ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
  3. πᾶς τίς φησιν τῶν παριόντων,
  4. οἷον βροντᾷ τὸ δικαστήριον,
  5. ὦ Ζεῦ βασιλεῦ.
  6. κἂν ἀστράψω, ποππύζουσιν
  7. κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες
  8. καὶ πάνυ σεμνοί.
  9. καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·
  10. νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
  11. ἀπολοίμην εἴ σε δέδοικα.
Χορός
  1. οὐπώποθʼ οὕτω καθαρῶς