Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
  2. σὺ δὲ τὸν πατέρʼ οὐδʼ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτʼ ἔδρασας.
  3. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
  4. τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδιʼ ἡμῶν περικωνεῖ.
  5. σκέψαι μʼ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
  6. ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
Βδελυκλέων
  1. ἔμπλησο λέγων· πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
  2. πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
Φιλοκλέων
  1. ὃ δέ γʼ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ʼγὼ ʼπελελήσμην,
  2. ὅταν οἴκαδʼ ἴω τὸν μισθὸν ἔχων, κἄπειθʼ ἥκονθʼ ἅμα πάντες