Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ ταῦτʼ ἀνυπεύθυνοι δρῶμεν, τῶν δʼ ἄλλων οὐδεμἴ ἀρχή.
Βδελυκλέων
  1. τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω·
  2. τῆς δʼ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
Φιλοκλέων
  1. ἔτι δʼ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμʼ ἀπορήσῃ
  2. ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι·
  3. εἶτʼ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
  4. οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
  5. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτʼ ἐνίκησεν, ἐὰν μὴ
  6. εἴπῃ τὰ δικαστήριʼ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας·
  7. αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,