Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὔτε τινʼ ἔχων πρόφασιν
  2. οὔτε λόγον εὐτράπελον,
  3. αὐτὸς ἄρχων μόνος;
Βδελυκλέων
  1. ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
  2. ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
  1. σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
  2. καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
  3. στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλέων
  1. νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
  2. μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.