Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐχὶ σοῦσθʼ; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθίας
  1. καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
  2. ἆρʼ ἐμέλλομέν ποθʼ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
Βδελυκλέων
  1. ἀλλὰ μὰ Δίʼ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
  2. εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορός
  1. ἆρα δῆτʼ οὐκ αὐτὰ δῆλα
  2. τοῖς πένησιν, ἡ τυραννὶς
  3. †ὡς λάθρᾳ γʼ ἐλάνθανʼ ὑπιοῦσά με,†
  4. εἰ σύ γʼ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία
  5. τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις,