Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
  2. τι, ποιήσω δακεῖν τὴν
  3. καρδίαν καὶ τὸν περὶ ψυχῆς
  4. δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
  5. μὴ πατεῖν τὰ
  6. τοῖν θεοῖν ψηφίσματα.
Χορός
  1. ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
  2. δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
Φιλοκλέων
  1. ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μʼ ἐσκαλαμᾶσθαι
  2. κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.