Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλὰ καὶ νῦν ἐκπόριζε
  2. μηχανὴν ὅπως τάχισθʼ· ἕως
  3. γάρ, ὦ μελίττιον.
Φιλοκλέων
  1. διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
  2. ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορός
  1. ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
  2. ἀλλʼ ἔπαγε τὴν γνάθον.
Φιλοκλέων
  1. διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
  2. ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
Χορός
  1. μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·