Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Οὖτις σύ; ποδαπός;
Φιλοκλέων
  1. Ἴθακος Ἀποδρασιππίδου.
Βδελυκλέων
  1. Οὖτις μὰ τὸν Δίʼ οὔτι χαιρήσων γε σύ.
  2. ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος
  3. ἵνʼ ὑποδέδυκεν· ὥστʼ ἔμοιγʼ ἰνδάλλεται
  4. ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
Φιλοκλέων
  1. εἰ μή μʼ ἐάσεθʼ ἥσυχον, μαχούμεθα.
Βδελυκλέων
  1. περὶ τοῦ μαχεῖ νῷν δῆτα;
Φιλοκλέων
  1. περὶ ὄνου σκιᾶς.
Βδελυκλέων
  1. πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.