Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
- ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν.
- κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
- βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
- Ὀδυσσέα τινʼ;
- ἀλλὰ ναὶ μὰ Δία φέρει
- κάτω γε τουτονί τινʼ ὑποδεδυκότα.
- ποῖον; φέρʼ ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
- τίς εἶ ποτʼ ὦνθρωπʼ ἐτεόν;
- Οὖτις νὴ Δία.