Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
- κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
- Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
- καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
- κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
- ἀτὰρ σὺ λέξον πρότερος.
- ἐδόκουν αἰετὸν
- καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
- ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
- φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,