Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Σωσίας
    1. Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
    Ξανθίας
    1. φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
    Σωσίας
    1. κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
    2. ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
    Ξανθίας
    1. οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
    Σωσίας
    1. σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
    2. κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
    Ξανθίας
    1. ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
    Σωσίας
    1. οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.