Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.
- μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα
- αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
- ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα
- ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
- πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.