Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·
  2. ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.
  3. τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;
Μαθητής
  1. οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
Στρεψιάδης
  1. τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
Μαθητής
  1. αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.