De Virtutibus
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.
πάλιν ἐκ τοῦ δοκιμασθέντος κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν [ὅτι μὴ χεῖρας καὶ ταύτας ἕνεκά τινος οἰκονομίας] ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε ταῖς γνώμαις· ὁ μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, ὁ δὲ μείζων ἀπειθής, [ἐκ] τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς ἔχων, ὑφ’ ὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μετ’ αὐτὸν καὶ μετανοεῖν εὐθὺς ἐφ’ οἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν ἕτερον ἢ δι’ ὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι.
τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατ’ ἔλεον χαρίζονται τὴν ὑπήκοον [*](1 καινοὶ G2 2 τοὺς κολοκἀγαθίας οm. S 3 ἰουδαῖοι H1P δίχα om. HP 5 ἐπ’ add. Turn., om. codd. 5. 6 εἰ—ἐλεγχθέντας SF: οm. G2HP 7 δικαστηρίων F πρώτως H2 9 μόνος] μὲν S 10 πατρίων S 12 ἀοιδίμου S εὐγενείας] συγγενείας Mang. ex Clem, Al. 13.14 verba ὅτι μὴ—οἰκονομίας seclusi 14 ὅμοιον om. F περιφερόμενοι coni. Mang. 15 ἀμφοτέροις τοῖς γονεῦσιν S: τοῖς γονεῦσιν ἀμφοτέροις ceteri (v) 16 pr. καὶ om. S οὕτως FG2HP (coni. Mang.), οὗτος S: ὄντως v 16. 17 μείζων ἀπειθὴς ἐκ τῶν om. S 17 ἐκ seclusi; καὶ coni. Mang. τῆς γαστρὸς S 17. 18 ἀκρατῶς ἔχων] ἀκρατής S 18 πρεσβείων S: πρεσβειῶν ceteri τῷ v (Turn.): τῶν codd. 19 φονᾶν] φόνον F 21 τίθεται Η1Ρ ἁπάσας S: αὐτάς ceteri (v) 22 κατ’ ἔλαιον F) [*](7 sqq. Clem. Alex. l. l. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν, οὐ δι’ ἡδονῆς ἀπόλαυσιν, δι’ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἴς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενεῖς (l. εὐγενείας). ἐκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος καὶ τἀς εὐχάς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γάρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. 9 Gen. 24,36. 25,5. 6. 15 Gen. 25,27. 18 Gen. 25,29—34. 27,27 sqq.)
καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας.